Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἆρʼ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
- ἀφίγμεθʼ ὄντως τοῦ νέου τούτου θεοῦ,
- ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;
- ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένη
- ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.
- φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.
- μὴ δῆτʼ· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
- ἀλλʼ ὅ τι μάλιστʼ ἐλήλυθας λέγειν σʼ ἐχρῆν.
- πέπονθα δεινὰ καὶ παράνομʼ ὦ φίλτατε·
- ἀφʼ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,
- ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.
- τί δʼ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια
- εν ταῖς γυναιξὶν ἦσθα;
- μὰ Δίʼ ἐγὼ μὲν οὔ.
- ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι;
- σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.
- οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;