Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
  2. ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.
Συκοφάντης
  1. ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
  2. ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ
  3. καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
  4. ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
  5. ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
  6. τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
  7. τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.
Δίκαιος
  1. καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
  2. ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε·
  3. ἔπειτʼ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
  4. κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.
Καρίων
  1. ἀλλʼ ὁ βαλανεὺς ἕλξει θύραζʼ αὐτὸν λαβὼν
  2. τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται
  3. ὅτι ἔστʼ ἐκείνου τοῦ πονηροῦ κόμματος.
  4. νὼ δʼ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.