Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
  2. ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε·
  3. ἔπειτʼ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
  4. κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.
Καρίων
  1. ἀλλʼ ὁ βαλανεὺς ἕλξει θύραζʼ αὐτὸν λαβὼν
  2. τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται
  3. ὅτι ἔστʼ ἐκείνου τοῦ πονηροῦ κόμματος.
  4. νὼ δʼ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.
Χοροῦ
Γραῦς
  1. ἆρʼ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
  2. ἀφίγμεθʼ ὄντως τοῦ νέου τούτου θεοῦ,
  3. ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;
Χορός
  1. ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένη
  2. ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.
Γραῦς
  1. φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.
Χρεμύλος
  1. μὴ δῆτʼ· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
  2. ἀλλʼ ὅ τι μάλιστʼ ἐλήλυθας λέγειν σʼ ἐχρῆν.
Γραῦς
  1. πέπονθα δεινὰ καὶ παράνομʼ ὦ φίλτατε·
  2. ἀφʼ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,
  3. ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.
Χρεμύλος
  1. τί δʼ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια