Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εν ταῖς γυναιξὶν ἦσθα;
Γραῦς
  1. μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Χρεμύλος
  1. ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι;
Γραῦς
  1. σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.
Χρεμύλος
  1. οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;
Γραῦς
  1. ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,
  2. πενιχρὸν μέν, ἄλλως δʼ εὐπρόσωπον καὶ καλὸν
  3. καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,
  4. ἅπαντʼ ἐποίει κοσμίως μοι καὶ καλῶς·
  5. ἐγὼ δʼ ἐκείνῳ πάντα ταῦθʼ ὑπηρέτουν.
Χρεμύλος
  1. τί δʼ ἦν ὅ τι σου μάλιστʼ ἐδεῖθʼ ἑκάστοτε;
Γραῦς
  1. οὐ πολλά· καὶ γὰρ ἐκνομίως μʼ ᾐσχύνετο.
  2. ἀλλʼ ἀργυρίου δραχμὰς ἂν ᾔτησʼ εἴκοσιν
  3. εἰς ἱμάτιον, ὀκτὼ δʼ ἂν εἰς ὑποδήματα·
  4. καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
  5. ἐκέλευσεν ἂν τῇ μητρί θʼ ἱματίδιον·
  6. πυρῶν τʼ ἂν ἐδεήθη μεδίμνων τεττάρων.
Χρεμύλος
  1. οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
  2. εἴρηκας, ἀλλὰ δῆλον ὅτι σʼ ᾐσχύνετο.
Γραῦς
  1. καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας