Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.
- οἴμοι περιείλημμαι μόνος.
- νυνὶ βοᾷς;
- οἴμοι μάλʼ αὖθις.
- δὸς σύ μοι τὸ τριβώνιον,
- ἵνʼ ἀμφιέσω τὸν συκοφάντην τουτονί.
- μὴ δῆθʼ· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.
- ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
- ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
- Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.
- τοῖς δʼ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.
- καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
- ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.
- ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
- ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ
- καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
- ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
- ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
- τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
- τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.