Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ μὴν προσελθέτω πρὸς ἔμʼ ὑμῶν ἐνθαδὶ
  2. ὁ βουλόμενος.
Καρίων
  1. οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ.
Συκοφάντης
  1. οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν.
Καρίων
  1. σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.
Συκοφάντης
  1. ὁρᾷς ἃ ποιεῖς; ταῦτʼ ἐγὼ μαρτύρομαι.
Δίκαιος
  1. ἀλλʼ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.
Συκοφάντης
  1. οἴμοι περιείλημμαι μόνος.
Καρίων
  1. νυνὶ βοᾷς;
Συκοφάντης
  1. οἴμοι μάλʼ αὖθις.
Καρίων
  1. δὸς σύ μοι τὸ τριβώνιον,
  2. ἵνʼ ἀμφιέσω τὸν συκοφάντην τουτονί.
Δίκαιος
  1. μὴ δῆθʼ· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.
Καρίων
  1. ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
  2. ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
  3. Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.
Δίκαιος
  1. τοῖς δʼ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.