Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ,
- ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα.
- νὴ Δία πονηρόν γʼ ἆρα προστάτην ἔχει.
- ἐκεῖνο δʼ οὐ βούλοιʼ ἄν, ἡσυχίαν ἔχων
- ζῆν ἀργός;
- ἀλλὰ προβατίου βίον λέγεις,
- εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.
- οὐδʼ ἂν μεταμάθοις;
- οὐδʼ ἂν εἰ δοίης γέ μοι
- τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.
- κατάθου ταχέως θοἰμάτιον.
- οὗτος, σοὶ λέγει.
- ἔπειθʼ ὑπόλυσαι.
- ταῦτα πάντα σοὶ λέγει.
- καὶ μὴν προσελθέτω πρὸς ἔμʼ ὑμῶν ἐνθαδὶ
- ὁ βουλόμενος.
- οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ.
- οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν.
- σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.
- ὁρᾷς ἃ ποιεῖς; ταῦτʼ ἐγὼ μαρτύρομαι.