Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἄρχειν καθίστησιν;
Συκοφάντης
  1. κατηγορεῖ δὲ τίς;
Δίκαιος
  1. ὁ βουλόμενος.
Συκοφάντης
  1. οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ,
  2. ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα.
Δίκαιος
  1. νὴ Δία πονηρόν γʼ ἆρα προστάτην ἔχει.
  2. ἐκεῖνο δʼ οὐ βούλοιʼ ἄν, ἡσυχίαν ἔχων
  3. ζῆν ἀργός;
Συκοφάντης
  1. ἀλλὰ προβατίου βίον λέγεις,
  2. εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.
Δίκαιος
  1. οὐδʼ ἂν μεταμάθοις;
Συκοφάντης
  1. οὐδʼ ἂν εἰ δοίης γέ μοι
  2. τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.
Δίκαιος
  1. κατάθου ταχέως θοἰμάτιον.
Καρίων
  1. οὗτος, σοὶ λέγει.
Δίκαιος
  1. ἔπειθʼ ὑπόλυσαι.
Καρίων
  1. ταῦτα πάντα σοὶ λέγει.