Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀλλʼ ἔμπορος;
Συκοφάντης
  1. ναί, σκήπτομαί γʼ, ὅταν τύχω.
Δίκαιος
  1. τί δαί; τέχνην τινʼ ἔμαθες;
Συκοφάντης
  1. οὐ μὰ τὸν Δία.
Δίκαιος
  1. πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;
Συκοφάντης
  1. τῶν τῆς πόλεώς εἰμʼ ἐπιμελητὴς πραγμάτων
  2. καὶ τῶν ἰδίων πάντων.
Δίκαιος
  1. σύ; τί μαθών;
Συκοφάντης
  1. βούλομαι.
Δίκαιος
  1. πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,
  2. εἴ σοι προσῆκον μηδὲν εἶτʼ ἀπεχθάνει;
Συκοφάντης
  1. οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
  2. εὐεργετεῖν ὦ κέπφε καθʼ ὅσον ἂν σθένω;
Δίκαιος
  1. εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;
Συκοφάντης
  1. τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
  2. καὶ μὴ ʼπιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.
Δίκαιος
  1. οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις
  2. ἄρχειν καθίστησιν;
Συκοφάντης
  1. κατηγορεῖ δὲ τίς;
Δίκαιος
  1. ὁ βουλόμενος.