Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ ἔμπορος;
- ναί, σκήπτομαί γʼ, ὅταν τύχω.
- τί δαί; τέχνην τινʼ ἔμαθες;
- οὐ μὰ τὸν Δία.
- πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;
- τῶν τῆς πόλεώς εἰμʼ ἐπιμελητὴς πραγμάτων
- καὶ τῶν ἰδίων πάντων.
- σύ; τί μαθών;
- βούλομαι.
- πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,
- εἴ σοι προσῆκον μηδὲν εἶτʼ ἀπεχθάνει;
- οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
- εὐεργετεῖν ὦ κέπφε καθʼ ὅσον ἂν σθένω;
- εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;
- τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
- καὶ μὴ ʼπιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.
- οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις