Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὡς δὴ ʼπʼ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
  2. διαρραγείης μηδενός γʼ ἐμπλήμενος.
Συκοφάντης
  1. ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω
  2. πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
  3. ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.
Καρίων
  1. κακόδαιμον ὀσφραίνει τι;
Δίκαιος
  1. τοῦ ψύχους γʼ ἴσως
  2. ἐπεὶ τοιοῦτόν γʼ ἀμπέχεται τριβώνιον.
Συκοφάντης
  1. ταῦτʼ οὖν ἀνασχέτʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,
  2. τούτους ὑβρίζειν εἰς ἔμʼ; οἴμʼ ὡς ἄχθομαι
  3. ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.
Δίκαιος
  1. σὺ φιλόπολις καὶ χρηστός;
Συκοφάντης
  1. ὡς οὐδείς γʼ ἀνήρ.
Δίκαιος
  1. καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.
Συκοφάντης
  1. τὸ τί;
Δίκαιος
  1. γεωργὸς εἶ;
Συκοφάντης
  1. μελαγχολᾶν μʼ οὕτως οἴει;