Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενον
  2. εἰπεῖν ἃ πεπανούργηκας.
Καρίων
  1. οἰμώξἄρα σύ.
Δίκαιος
  1. νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιος
  2. ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτι
  3. τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
Συκοφάντης
  1. οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;
  2. ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
  3. ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον.
Δίκαιος
  1. οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
  2. τὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς.
Καρίων
  1. † ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος.†
Συκοφάντης
  1. ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή; σκώπτετον,
  2. ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.
  3. οὐκ ἐπʼ ἀγαθῷ γὰρ ἐνθάδʼ ἐστὸν οὐδενί.
Δίκαιος
  1. μὰ τὸν Δίʼ οὔκουν τῷ γε σῷ, σάφʼ ἴσθʼ ὅτι.
Συκοφάντης
  1. ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.