Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πάλιν αὖθις, ἤνπερ μὴ ʼλλίπωσιν αἱ δίκαι;
Δίκαιος
  1. ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
  2. προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
  3. ἔοικε δʼ εἶναι τοῦ πονηροῦ κόμματος.
Καρίων
  1. νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.
Συκοφάντης
  1. ποῦ ποῦ ʼσθʼ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
  2. ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,
  3. εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ
  4. πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.
Καρίων
  1. καὶ τίνα δέδρακε δῆτα τοῦτʼ;
Συκοφάντης
  1. ἐμὲ τουτονί.
Καρίων
  1. ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;
Συκοφάντης
  1. μὰ Δίʼ οὐ μὲν οὖν ἔσθʼ ὑγιὲς ὑμῶν οὐδενός,
  2. κοὐκ ἔσθʼ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.
Καρίων
  1. ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν
  2. ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.
Συκοφάντης
  1. σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·