Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μέθεσθε νῦν μου πρῶτον.
Χρεμύλος
  1. ἤν, μεθίεμεν.
Πλοῦτος
  1. ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ με
  2. λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.
  3. ἐγὼ γάρ εἰμι Πλοῦτος.
Χρεμύλος
  1. ὦ μιαρώτατε
  2. ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν;
Καρίων
  1. σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
  2. ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
  3. καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;
Πλοῦτος
  1. ναί.
Χρεμύλος
  1. ἐκεῖνος αὐτός;
Πλοῦτος
  1. αὐτότατος.
Χρεμύλος
  1. πόθεν οὖν φράσον
  2. αὐχμῶν βαδίζεις;
Πλοῦτος
  1. ἐκ Πατροκλέους ἔρχομαι,
  2. ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο.