Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ τοῦτʼ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.
Καρίων
  1. μῶν οὖν ἐμυήθης δῆτʼ ἐν αὐτῷ τὰ μεγάλα;
Δίκαιος
  1. οὐκ ἀλλʼ ἐνερρίγωσʼ ἔτη τριακαίδεκα.
Καρίων
  1. τὰ δʼ ἐμβάδια;
Δίκαιος
  1. καὶ ταῦτα συνεχειμάζετο.
Καρίων
  1. καὶ ταῦτʼ ἀναθήσων ἔφερες οὖν;
Δίκαιος
  1. νὴ τὸν Δία.
Καρίων
  1. χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων.
Συκοφάντης
  1. οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
  2. καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
  3. καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.
  4. οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.
Καρίων
  1. Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
  2. τί ποτʼ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;
Συκοφάντης
  1. οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
  2. ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
  3. διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν