Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
- καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
- καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.
- οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.
- Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
- τί ποτʼ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;
- οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
- ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
- διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
- πάλιν αὖθις, ἤνπερ μὴ ʼλλίπωσιν αἱ δίκαι;
- ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
- προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
- ἔοικε δʼ εἶναι τοῦ πονηροῦ κόμματος.
- νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.
- ποῦ ποῦ ʼσθʼ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
- ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,
- εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ
- πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.
- καὶ τίνα δέδρακε δῆτα τοῦτʼ;
- ἐμὲ τουτονί.