Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως
- εὐηργέτησα δεομένους ἕξειν φίλους
- ὄντως βεβαίους, εἰ δεηθείην ποτέ·
- οἱ δʼ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μʼ ἔτι.
- καὶ κατεγέλων δʼ εὖ οἶδʼ ὅτι.
- κομιδῇ μὲν οὖν·
- αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μʼ ἀπώλεσεν.
- ἀλλʼ οὐχὶ νῦν.
- ἀνθʼ ὧν ἐγὼ πρὸς τὸν θεὸν
- προσευξόμενος ἥκω δικαίως ἐνθάδε.
- τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,
- ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.
- καὶ τοῦτʼ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.
- μῶν οὖν ἐμυήθης δῆτʼ ἐν αὐτῷ τὰ μεγάλα;
- οὐκ ἀλλʼ ἐνερρίγωσʼ ἔτη τριακαίδεκα.
- τὰ δʼ ἐμβάδια;
- καὶ ταῦτα συνεχειμάζετο.
- καὶ ταῦτʼ ἀναθήσων ἔφερες οὖν;
- νὴ τὸν Δία.
- χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων.