Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;
- μὰ Δίʼ οὐ μὲν οὖν ἔσθʼ ὑγιὲς ὑμῶν οὐδενός,
- κοὐκ ἔσθʼ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.
- ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν
- ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.
- σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·
- ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενον
- εἰπεῖν ἃ πεπανούργηκας.
- οἰμώξἄρα σύ.
- νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιος
- ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτι
- τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
- οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;
- ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
- ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον.
- οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
- τὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς.
- † ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος.†
- ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή; σκώπτετον,
- ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.