Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.
- καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ
- ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος·
- ἐμὲ δʼ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρ
- ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.
- ἕπου μετʼ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν
- ἴωμεν.
- ἔα τίς ἔσθʼ ὁ προσιὼν οὑτοσί;
- ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δʼ εὐτυχής.
- δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.
- μάλιστʼ.
- ἔπειτα τοῦ δέει;
- πρὸς τὸν θεὸν
- ἥκω· μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
- ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς
- λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,
- εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.
- ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.
- κομιδῇ μὲν οὖν.
- οὐκοῦν μετὰ ταῦτʼ ἦσθʼ ἄθλιος.