Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- προβαλόντʼ ἐπὶ τούτοις εἶτʼ ἀναγκάζειν γελᾶν.
- εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γʼ οὑτοσὶ
- ἀνίσταθʼ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.
- ὡς ἡδὺ πράττειν ὦνδρές ἐστʼ εὐδαιμόνως,
- καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν.
- ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν
- ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν.
- οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή.
- ἡ μὲν σιπύη μεστή ʼστι λευκῶν ἀλφίτων,
- οἱ δʼ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.
- ἅπαντα δʼ ἡμῖν ἀργυρίου καὶ χρυσίου
- τὰ σκευάρια πλήρη ʼστίν, ὥστε θαυμάσαι.
- τὸ φρέαρ δʼ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι
- μύρου γέμουσι, τὸ δʼ ὑπερῷον ἰσχάδων.
- ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
- χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
- τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθʼ ὁρᾶν.
- ὁ δʼ ἰπνὸς γέγονʼ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
- στατῆρσι δʼ οἱ θεράποντες ἀρτιάζομεν
- χρυσοῖς· ἀποψώμεσθα δʼ οὐ λίθοις ἔτι,