Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.
Χρεμύλος
  1. οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
  2. εἰ μὴ φράσεις γάρ—
Καρίων
  1. ἀπό σʼ ὀλῶ κακὸν κακῶς.
Χρεμύλος
  1. ὦ τᾶν—
Πλοῦτος
  1. ἀπαλλάχθητον ἀπʼ ἐμοῦ.
Χρεμύλος
  1. πώμαλα.
Καρίων
  1. καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστʼ ὦ δέσποτα.
  2. ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
  3. ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τινʼ αὐτὸν καταλιπων
  4. ἄπειμʼ, ἵνʼ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.
Χρεμύλος
  1. ἀλλʼ αἶρε ταχέως.
Πλοῦτος
  1. μηδαμῶς.
Χρεμύλος
  1. οὔκουν ἐρεῖς;
Πλοῦτος
  1. ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ, εὖ οἶδʼ ὅτι
  2. κακόν τί μʼ ἐργάσεσθε κοὐκ ἀφήσετον.
Χρεμύλος
  1. νὴ τοὺς θεοὺς ἡμεῖς γʼ, ἐὰν βούλῃ γε σύ.