Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖς
- τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅλην
- ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
- ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,
- ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,
- τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.
- ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.
- ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος;
- ἔρχεται.
- ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.
- οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον
- ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ
- ἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς·
- ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴν
- οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,
- ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα.
- οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι
- γελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲ
- ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.
- ἀλλʼ εἶʼ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου