Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·
- ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,
- ἵνʼ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.
- ὡς φιλόπολίς τίς ἐσθʼ ὁ δαίμων καὶ σοφός.
- μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
- καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
- ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
- τὰ βλέφαρα περιέψησεν· ἡ Πανάκεια δὲ
- κατεπέτασʼ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
- καὶ πᾶν τὸ πρόσωπον· εἶθʼ ὁ θεὸς ἐπόππυσεν.
- ἐξῃξάτην οὖν δύο δράκοντʼ ἐκ τοῦ νεὼ
- ὑπερφυεῖς τὸ μέγεθος.
- ὦ φίλοι θεοί.
- τούτω δʼ ὑπὸ τὴν φοινικίδʼ ὑποδύνθʼ ἡσυχῇ
- τὰ βλέφαρα περιέλειχον, ὥς γʼ ἐμοὶ δοκεῖ·
- καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
- ὁ Πλοῦτος ὦ δέσποινʼ ἀνειστήκει βλέπων·
- ἐγὼ δὲ τὼ χεῖρʼ ἀνεκρότησʼ ὑφʼ ἡδονῆς
- τὸν δεσπότην τʼ ἤγειρον. ὁ θεὸς δʼ εὐθέως
- ἠφάνισεν αὑτὸν οἵ τʼ ὄφεις ἐς τὸν νεών.