Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε·
- οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,
- ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.
- νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαι
- εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ
- τοιαῦτʼ ἀπαγγείλαντα.
- μή νυν μέλλʼ ἔτι,
- ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.
- φέρε νυν ἰοῦσʼ εἴσω κομίσω καταχύσματα
- ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.
- ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι.
- καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
- ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον
- χώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο.
- αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,
- οἵοις ἄρʼ ἀνθρώποις ξυνὼν ἐλάνθανον,
- τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας
- ἔφευγον, εἰδὼς οὐδέν· ὦ τλήμων ἐγώ,
- ὡς οὔτʼ ἐκεῖνʼ ἄρʼ οὔτε ταῦτʼ ὀρθῶς ἔδρων·
- ἀλλʼ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ