Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τούτω δʼ ὑπὸ τὴν φοινικίδʼ ὑποδύνθʼ ἡσυχῇ
  2. τὰ βλέφαρα περιέλειχον, ὥς γʼ ἐμοὶ δοκεῖ·
  3. καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
  4. ὁ Πλοῦτος ὦ δέσποινʼ ἀνειστήκει βλέπων·
  5. ἐγὼ δὲ τὼ χεῖρʼ ἀνεκρότησʼ ὑφʼ ἡδονῆς
  6. τὸν δεσπότην τʼ ἤγειρον. ὁ θεὸς δʼ εὐθέως
  7. ἠφάνισεν αὑτὸν οἵ τʼ ὄφεις ἐς τὸν νεών.
  8. οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖς
  9. τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅλην
  10. ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
  11. ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,
  12. ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,
  13. τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.
Γυνή
  1. ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.
  2. ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος;
Καρίων
  1. ἔρχεται.
  2. ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.