Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν
  2. καὶ σχῖνον· εἶτʼ ὄξει διέμενος Σφηττίῳ
  3. κατέπλασεν αὐτοῦ τὰ βλέφαρʼ ἐκστρέψας, ἵνα
  4. ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν
  5. ἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·
  6. ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,
  7. ἵνʼ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.
Γυνή
  1. ὡς φιλόπολίς τίς ἐσθʼ ὁ δαίμων καὶ σοφός.
Καρίων
  1. μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
  2. καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
  3. ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
  4. τὰ βλέφαρα περιέψησεν· ἡ Πανάκεια δὲ
  5. κατεπέτασʼ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
  6. καὶ πᾶν τὸ πρόσωπον· εἶθʼ ὁ θεὸς ἐπόππυσεν.
  7. ἐξῃξάτην οὖν δύο δράκοντʼ ἐκ τοῦ νεὼ
  8. ὑπερφυεῖς τὸ μέγεθος.
Γυνή
  1. ὦ φίλοι θεοί.