Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον
  2. ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ
  3. ἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς·
  4. ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴν
  5. οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,
  6. ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα.
  7. οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι
  8. γελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲ
  9. ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.
  10. ἀλλʼ εἶʼ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου
  11. ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε·
  12. οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,
  13. ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.
Γυνή
  1. νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαι
  2. εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ
  3. τοιαῦτʼ ἀπαγγείλαντα.
Καρίων
  1. μή νυν μέλλʼ ἔτι,