Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν.
Καρίων
  1. μὰ Δίʼ οὐκ ἔγωγʼ, ἀλλὰ σκατοφάγον.
Γυνή
  1. αἲ τάλαν.
Καρίων
  1. μετὰ ταῦτʼ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
  2. δείσας, ἐκεῖνος δʼ ἐν κύκλῳ τὰ νοσήματα
  3. σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
  4. ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον
  5. παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.
Γυνή
  1. λίθινον;
Καρίων
  1. μὰ Δίʼ οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον.
Γυνή
  1. σὺ δὲ πῶς ἑώρας ὦ κάκιστʼ ἀπολούμενε,
  2. ὃς ἐγκεκαλύφθαι φῄς;
Καρίων
  1. διὰ τοῦ τριβωνίου·
  2. ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.
  3. πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον
  4. καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν
  5. σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτʼ ἔφλα