Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τινʼ αὐτὸν καταλιπων
- ἄπειμʼ, ἵνʼ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.
- ἀλλʼ αἶρε ταχέως.
- μηδαμῶς.
- οὔκουν ἐρεῖς;
- ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ, εὖ οἶδʼ ὅτι
- κακόν τί μʼ ἐργάσεσθε κοὐκ ἀφήσετον.
- νὴ τοὺς θεοὺς ἡμεῖς γʼ, ἐὰν βούλῃ γε σύ.
- μέθεσθε νῦν μου πρῶτον.
- ἤν, μεθίεμεν.
- ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ με
- λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.
- ἐγὼ γάρ εἰμι Πλοῦτος.
- ὦ μιαρώτατε
- ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν;
- σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
- ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
- καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;
- ναί.
- ἐκεῖνος αὐτός;