Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- αὐτότατος.
- πόθεν οὖν φράσον
- αὐχμῶν βαδίζεις;
- ἐκ Πατροκλέους ἔρχομαι,
- ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο.
- τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.
- ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν.
- ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι
- ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
- μόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν,
- ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
- οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.
- καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
- καὶ τοὺς δικαίους.
- ὁμολογῶ σοι.
- φέρε τί οὖν;
- εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,
- φεύγοις ἂν ἤδη τοὺς πονηρούς;
- φήμʼ ἐγώ.
- ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις;