Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔχοντες· ὡς δὲ τοὺς λύχνους ἀποσβέσας
- ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
- ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου
- σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.
- κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με
- ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη
- ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,
- ἐφʼ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.
- ἔπειτʼ ἀναβλέψας ὁρῶ τὸν ἱερέα
- τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας
- ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς· μετὰ τοῦτο δὲ
- περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,
- εἴ που πόπανον εἴη τι καταλελειμμένον·
- ἔπειτα ταῦθʼ ἥγιζεν ἐς σάκταν τινά.
- κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος
- ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.
- ταλάντατʼ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;
- νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με
- ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα·
- ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.