Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν.
Καρίων
  1. μὴ τἀγαθὰ
  2. ἃ νῦν γεγένηται;
Γυνή
  1. μὴ μὲν οὖν τὰ πράγματα.
Καρίων
  1. ὡς γὰρ τάχιστʼ ἀφικόμεθα πρὸς τὸν θεὸν
  2. ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον
  3. νῦν δʼ εἴ τινʼ ἄλλον μακάριον κεὐδαίμονα,
  4. πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,
  5. ἔπειτʼ ἐλοῦμεν.
Γυνή
  1. νὴ Δίʼ εὐδαίμων ἄρʼ ἦν
  2. ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.
Καρίων
  1. ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.
  2. ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα
  3. καθωσιώθη πέλανος Ἡφαίστου φλογί,
  4. κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·
  5. ἡμῶν δʼ ἕκαστος στιβάδα παρεκαττύετο.
Γυνή
  1. ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;
Καρίων
  1. εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,
  2. κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν·
  3. ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα