Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τὸ γρᾴδιον δʼ ὡς ᾔσθετο δή μου τὸν ψόφον,
- ἄρασʼ ὑφῄρει· κᾆτα συρίξας ἐγὼ
- ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.
- ἡ δʼ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,
- κατέκειτο δʼ αὑτὴν ἐντυλίξασʼ ἡσυχῇ
- ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.
- κἀγὼ τότʼ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·
- ἔπειτʼ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.
- ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;
- οὐδέπω.
- μετὰ τοῦτο δʼ ἤδη καὶ γέλοιον δῆτά τι
- ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
- ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.
- ἦ πού σε διὰ τοῦτʼ εὐθὺς ἐβδελύττετο.
- οὔκ, ἀλλʼ Ἰασὼ μέν τις ἀκολουθοῦσʼ ἅμα
- ὑπηρυθρίασε χἠ Πανάκειʼ ἀπεστράφη
- τὴν ῥῖνʼ ἐπιλαβοῦσʼ· οὐ λιβανωτὸν γὰρ βδέω.
- αὐτὸς δʼ ἐκεῖνος;
- οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισεν.
- λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν.