Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.
Καρίων
  1. ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,
  2. μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ
  3. ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,
  4. Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.
Χορός
  1. λέγεις μοι χαράν, λέγεις μοι βοάν.
Καρίων
  1. πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή.
Χορός
  1. ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
  2. μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.
Γυνή
  1. τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεται
  2. χρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαι
  3. ἔνδον κάθημαι περιμένουσα τουτονί.
Καρίων
  1. ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνα
  2. καὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα·
  3. ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.
Γυνή
  1. καὶ ποῦ στιν;
Καρίων
  1. ἐν τοῖς λεγομένοις εἴσει τάχα.
Γυνή
  1. πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ.
Καρίων
  1. ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα
  2. ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντʼ ἐρῶ.