Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔνδον κάθημαι περιμένουσα τουτονί.
- ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνα
- καὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα·
- ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.
- καὶ ποῦ στιν;
- ἐν τοῖς λεγομένοις εἴσει τάχα.
- πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ.
- ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα
- ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντʼ ἐρῶ.
- μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν.
- μὴ τἀγαθὰ
- ἃ νῦν γεγένηται;
- μὴ μὲν οὖν τὰ πράγματα.
- ὡς γὰρ τάχιστʼ ἀφικόμεθα πρὸς τὸν θεὸν
- ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον
- νῦν δʼ εἴ τινʼ ἄλλον μακάριον κεὐδαίμονα,
- πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,