Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔπειτʼ ἐλοῦμεν.
Γυνή
  1. νὴ Δίʼ εὐδαίμων ἄρʼ ἦν
  2. ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.
Καρίων
  1. ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.
  2. ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα
  3. καθωσιώθη πέλανος Ἡφαίστου φλογί,
  4. κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·
  5. ἡμῶν δʼ ἕκαστος στιβάδα παρεκαττύετο.
Γυνή
  1. ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;
Καρίων
  1. εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,
  2. κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν·
  3. ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα
  4. ἔχοντες· ὡς δὲ τοὺς λύχνους ἀποσβέσας
  5. ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
  6. ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου
  7. σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.
  8. κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με