Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ τἄλλʼ ὅσʼ ἐστὶν ἔνδον ηὐτρεπισμένα.
- ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι
- γέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις,
- ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε,
- ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.
- τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;
- φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.
- ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,
- μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ
- ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,
- Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.
- λέγεις μοι χαράν, λέγεις μοι βοάν.
- πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή.
- ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
- μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.
- τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεται
- χρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαι