Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- σὲ δʼ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.
- νὴ Δίʼ ἐγὼ γοῦν ἐθέλω πλουτῶν
- εὐωχεῖσθαι μετὰ τῶν παίδων
- τῆς τε γυναικός, καὶ λουσάμενος
- λιπαρὸς χωρῶν ἐκ βαλανείου
- τῶν χειροτεχνῶν
- καὶ τῆς Πενίας καταπαρδεῖν.
- αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.
- ἐγὼ δὲ καὶ σύ γʼ ὡς τάχιστα τὸν θεὸν
- ἐγκατακλινοῦντʼ ἄγωμεν εἰς Ἀσκληπιοῦ.
- καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ
- ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.
- παῖ Καρίων τὰ στρώματʼ ἐκφέρειν σʼ ἐχρῆν
- αὐτόν τʼ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,
- καὶ τἄλλʼ ὅσʼ ἐστὶν ἔνδον ηὐτρεπισμένα.
- ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι
- γέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις,
- ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε,
- ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.
- τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;