Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. γνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέρον
  2. τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.
Χρεμύλος
  1. οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει,
  2. ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃ
  3. ὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
  4. καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
  5. πυθοιμεθʼ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.
Καρίων
  1. ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
  2. ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.
Πλοῦτος
  1. ἐγὼ μὲν οἰμώζειν λέγω σοι.
Καρίων
  1. μαναθάνεις
  2. ὅς φησιν εἶναι;
Χρεμύλος
  1. σοὶ λέγει τοῦτʼ, οὐκ ἐμοί·
  2. σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
  3. ἀλλʼ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
  4. ἐμοὶ φράσον.
Πλοῦτος
  1. κλάειν ἔγωγέ σοι λέγω.