Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντʼ ἔστʼ ἀγάθʼ ὑμῖν
- διὰ τὴν Πενίαν.
- παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
- εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη
- τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν,
- τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.
- ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
- ἔτι μηδʼ ὁτιοῦν.
- οὐ γὰρ πείσεις, οὐδʼ ἢν πείσῃς.
- ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει.
- Παύσωνα κάλει τὸν ξύσσιτον.
- τί πάθω τλήμων;
- ἔρρʼ ἐς κόρακας θᾶττον ἀφʼ ἡμῶν.
- εἶμι δὲ ποῖ γῆς;
- ἐς τὸν κύφωνʼ· ἀλλʼ οὐ μέλλειν
- χρῆν σʼ, ἀλλʼ ἀνύειν.
- ἦ μὴν ὑμεῖς γʼ ἔτι μʼ ἐνταυθοῖ
- μεταπέμψεσθον.
- τότε νοστήσεις· νῦν δὲ φθείρου.
- κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,