Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
- τὸν δʼ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
- πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
- εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
- ὡς τῷ βίῳ τοῦτʼ αὐτὸ νομίσας συμφέρειν.
- τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;
- πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί·
- ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
- ἐκέλευε τούτου μὴ μεθίεσθαί μʼ ἔτι,
- πείθειν δʼ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
- καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
- τουτῳί.
- εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
- φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα
- ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
- τῷ τοῦτο κρίνεις;
- δῆλον ὁτιὴ καὶ τυφλῷ