Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔμʼ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
- κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;
- ὅ τι;
- εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.
- καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
- τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην
- ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
- ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή,
- ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ.
- ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;
- καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως
- ἅπανθʼ ἁμαρτάνοντά σʼ ἀποδείξειν ἐγώ,
- εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.
- ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;
- οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.
- καὶ τίς δύναιτʼ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ
- τοιαῦτʼ ἀκούων;
- ὅστις ἐστὶν εὖ φρονῶν.
- τί δῆτά σοι τίμημʼ ἐπιγράψω τῇ δίκῃ,
- ἐὰν ἁλῷς;