Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
- τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.
- ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;
- ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδα
- οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;
- θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτι
- τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.
- γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,
- ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω;
- σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖ
- ἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη;
- οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε
- ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
- βλέψαι πάλιν;
- τί οὖν ἀδικοῦμεν τοῦτό σε,
- εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
- ἀγαθόν;
- τί δʼ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθʼ;
- ὅ τι;
- σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.