Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὅ τι σοι δοκεῖ.
- καλῶς λέγεις.
- τὸ γὰρ αὔτʼ, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.
- ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;
- ταύτῃ γε· νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.
- οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντʼ, ἢ τί γʼ ἂν
- ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;
- ἀλλʼ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ
- ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δʼ ἐνδώσετε μηδέν.
- φανερὸν μὲν ἔγωγʼ οἶμαι γνῶναι τοῦτʼ εἶναι πᾶσιν ὁμοίως,
- ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον,
- τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.
- τοῦτʼ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι
- βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.
- ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,
- ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει,
- τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται· κᾆτα ποιήσει
- πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας.
- καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτʼ ἄμεινον;
- οὐδείς· τούτου μάρτυς ἐγώ σοι· μηδὲν ταύτην γʼ ἀνερώτα.