Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,
- ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω;
- σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖ
- ἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη;
- οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε
- ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
- βλέψαι πάλιν;
- τί οὖν ἀδικοῦμεν τοῦτό σε,
- εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
- ἀγαθόν;
- τί δʼ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθʼ;
- ὅ τι;
- σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.
- ἔμʼ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
- κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;
- ὅ τι;
- εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.