Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
  2. τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην
  3. ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
  4. ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή,
  5. ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ.
Χρεμύλος
  1. ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;
Πενία
  1. καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως
  2. ἅπανθʼ ἁμαρτάνοντά σʼ ἀποδείξειν ἐγώ,
  3. εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.
Χρεμύλος
  1. ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;
Πενία
  1. οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.
Χρεμύλος
  1. καὶ τίς δύναιτʼ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ
  2. τοιαῦτʼ ἀκούων;
Πενία
  1. ὅστις ἐστὶν εὖ φρονῶν.
Χρεμύλος
  1. τί δῆτά σοι τίμημʼ ἐπιγράψω τῇ δίκῃ,
  2. ἐὰν ἁλῷς;
Πενία
  1. ὅ τι σοι δοκεῖ.