Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐ παραμενεῖς;
- ἥκιστα πάντων.
- οὐ μενεῖς;
- ἀλλʼ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
- Πενία γάρ ἐστιν ὦ πόνηρʼ, ἧς οὐδαμοῦ
- οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
- στῆθʼ, ἀντιβολῶ σε, στῆθι.
- μὰ Δίʼ ἐγὼ μὲν οὔ.
- καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ
- ἔργων ἁπάντων ἐργασόμεθʼ, εἰ τὸν θεὸν
- ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
- τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.
- ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;
- ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδα
- οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;
- θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτι
- τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.