Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;
- οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
- ἀλλʼ ἥτις εἶ λέγειν σʼ ἐχρῆν αὐτίκα μάλα.
- ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην
- ἀνθʼ ὧν ἐμὲ ζητεῖτον ἐνθένδʼ ἀφανίσαι.
- ἆρʼ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,
- ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
- Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλʼ ἔτη.
- ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
- οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον·
- οὐ παραμενεῖς;
- ἥκιστα πάντων.
- οὐ μενεῖς;
- ἀλλʼ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
- Πενία γάρ ἐστιν ὦ πόνηρʼ, ἧς οὐδαμοῦ
- οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
- στῆθʼ, ἀντιβολῶ σε, στῆθι.
- μὰ Δίʼ ἐγὼ μὲν οὔ.
- καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ
- ἔργων ἁπάντων ἐργασόμεθʼ, εἰ τὸν θεὸν