Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀλλʼ οὐκ ἔχει γὰρ δᾷδας.
Βλεψίδημος
  1. οὐκοῦν κλαύσεται.
Πενία
  1. ὄιεσθε δʼ εἶναι τίνα με;
Χρεμύλος
  1. πανδοκεύτριαν
  2. ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
  3. ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.
Πενία
  1. ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
  2. ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;
Χρεμύλος
  1. οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
  2. ἀλλʼ ἥτις εἶ λέγειν σʼ ἐχρῆν αὐτίκα μάλα.
Πενία
  1. ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην
  2. ἀνθʼ ὧν ἐμὲ ζητεῖτον ἐνθένδʼ ἀφανίσαι.
Βλεψίδημος
  1. ἆρʼ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,
  2. ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
Πενία
  1. Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλʼ ἔτη.
Βλεψίδημος
  1. ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
Χρεμύλος
  1. οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον·