Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κράτιστόν ἐστι.
- πολὺ μὲν οὖν νὴ τοὺς θεούς.
- μή νυν διάτριβʼ ἀλλʼ ἄνυε πράττων ἕν γέ τι.
- καὶ δὴ βαδίζω.
- σπεῦδέ νυν.
- τοῦτʼ αὐτὸ δρῶ.
- ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον
- τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε—
- ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;
- Ἡράκλεις.
- ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·
- τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
- ἀλλʼ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε
- οὔτε θεὸς οὔτʼ ἄνθρωπος· ὥστʼ ἀπολώλατον.
- σὺ δʼ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.
- ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·
- βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.